2.1.7 – The Sanctuary of Poseidon at Isthmia

[7] θέας δὲ αὐτόθι ἄξια ἔστι μὲν θέατρον, ἔστι δὲ στάδιον λίθου λευκοῦ. ἐλθόντι δὲ ἐς τοῦ θεοῦ τὸ ἱερὸν τοῦτο μὲν ἀθλητῶν νικησάντων τὰ Ἴσθμια ἑστήκασιν εἰκόνες, τοῦτο δὲ πιτύων δένδρα ἐστὶ πεφυτευμένα ἐπὶ στοίχου, τὰ πολλὰ ἐς εὐθὺ αὐτῶν ἀνήκοντα. τῷ ναῷ δὲ ὄντι μέγεθος οὐ μείζονι ἐφεστήκασι Τρίτωνες χαλκοῖ. καὶ ἀγάλματά ἐστιν ἐν τῷ προνάῳ δύο μὲν Ποσειδῶνος, τρίτον δὲ Ἀμφιτρίτης, καὶ Θάλασσα καὶ αὕτη χαλκῆ. τὰ δὲ ἔνδον ἐφ᾽ ἡμῶν ἀνέθηκεν Ἡρώδης Ἀθηναῖος, ἵππους τέσσαρας ἐπιχρύσους πλὴν τῶν ὁπλῶν: ὁπλαὶ δέ σφισίν εἰσιν ἐλέφαντος.

  • Map
  • Pre Reading
  • Post Reading
  • Culture Essay

N/A

N/A

Parts of a Temple, labeled with Greek vocabulary

Sanctuary of Isthmia, computer-generated visualizations (University of Chicago Isthmia Excavations). Click on the ten time periods to see how the sanctuary developed over a millennium.

Computer Reconstruction of Sanctuary of Poseidon at Isthmia in 150 CE. University of Chicago Excavations at Isthmia.

Computer Reconstruction of Sanctuary of Poseidon at Isthmia in 150 CE.University of Chicago Excavations at Isthmia.