A – Labors of Theseus

Θησεὺς δὲ γεννηθεὶς ἐξ Αἴθρας Αἰγεῖ παῖς, ὡς ἐγένετο τέλειος, ἀπωσάμενος τὴν πέτραν τὰ πέδιλα καὶ τὴν μάχαιραν ἀναιρεῖται, καὶ πεζὸς ἠπείγετο εἰς τὰς Ἀθήνας. φρουρουμένην δὲ ὑπὸ ἀνδρῶν κακούργων τὴν ὁδὸν ἡμέρωσε. πρῶτον μὲν γὰρ Περιφήτην τὸν Ἡφαίστου καὶ Ἀντικλείας, ὃς ἀπὸ τῆς κορύνης ἣν ἐφόρει κορυνήτης ἐπεκαλεῖτο, ἔκτεινεν ἐν Ἐπιδαύρῳ. πόδας δὲ ἀσθενεῖς ἔχων οὗτος ἐφόρει κορύνην σιδηρᾶν, δι᾽ ἧς τοὺς παριόντας ἔκτεινε. ταύτην ἀφελόμενος Θησεὺς ἐφόρει. [2] δεύτερον δὲ κτείνει Σίνιν τὸν Πολυπήμονος καὶ Συλέας τῆς Κορίνθου. οὗτος πιτυοκάμπτης ἐπεκαλεῖτο: οἰκῶν γὰρ τὸν Κορινθί `ἰσθμὸν ἠνάγκαζε τοὺς παριόντας πίτυς κάμπτοντας ἀνέχεσθαι: οἱ δὲ διὰ τὴν ἀσθένειαν οὐκ ἠδύναντο, καὶ ὑπὸ τῶν δένδρων ἀναρριπτούμενοι πανωλέθρως ἀπώλλυντο. τούτῳ τῷ τρόπῳ καὶ Θησεὺς Σίνιν ἀπέκτεινεν.

  • Map
  • Pre Reading
  • Post Reading
  • Culture Essay

N/A

N/A

Theseus’ Six Labors (Draft)

“Loose not the wine-skin’s jutting neck, great chief of the people, until thou shalt have come once more to the city of Athens” (Thes 3.3).  Those were the oracle’s words to Aegeus, king of Athens; unfortunately, Aegeus did not heed these words.  Pittheus, founder king of Troezen, had a daughter named Aethra; Pittheus understood the message and used this opportunity to trick Aegeus into sleeping with Aethra (Thes. 3.1-4).  Aegeus did not know that this encounter would lead to the birth of his child, Theseus (Thes. 3.3)…

Click the text to read more.