A – Paul’s Mission to Corinth, Acts 18: 1-6

Μετὰ ταῦτα χωρισθεὶς ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον. [2] καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ διὰ τὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς, [3] καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρ᾽ αὐτοῖς καὶ ἠργάζοντο, ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ. διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, [4] ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας. [5] Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ λόγῳ ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις εἶναι τὸν Χριστὸν Ἰησοῦν. [6] ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς, “Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν: καθαρὸς ἐγώ: ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι.”

  • Map
  • Pre Reading
  • Post Reading
  • Culture Essay

N/A

N/A

N/A